Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.348 Joseph. AJ 18.353 (English) >>Joseph. AJ 18.357

18.351ἐπεὶ δὲ πλείους τε ὁσημέραι συνεστρέφοντο καὶ πλείους ἦσαν αἱ καταβοαί, τηνικαῦτα δή φησιν περὶ αὐτῶν πρὸς Ἀνιλαῖον τοῖς τε πρῶτον γεγονόσιν ἐπιτιμῶν καὶ παύσασθαι τὸ λοιπὸν κελεύων τὴν ἄνθρωπον ἀποπεμψάμενον εἰς τοὺς συγγενεῖς. 18.352ἐπράσσετο δὲ οὐδὲν ἐκ τῶν λόγων· καὶ γυνὴ δὲ αἰσθανομένη μὲν τοῦ θροῦ τοῦ κατέχοντος τοὺς λαοὺς διʼ αὐτήν, δεδοικυῖα δὲ περὶ τοῦ Ἀνιλαίου, μὴ καί τι πάθοι ἔρωτι τῷ πρὸς αὐτήν, φάρμακον τῷ Ἀσιναίῳ δοῦσα ἐν τοῖς σιτίοις μεθίστατο τὸν ἄνθρωπον ἀδεής τε ἦν ἐπὶ κριτῇ τῶν περὶ αὐτὴν πραχθησομένων τῷ ἐραστῇ γενομένη. 18.353

Ἀνιλαῖος δὲ καταμόνας ἤδη τὴν ἡγεμονίαν παραλαβὼν ἐξάγει στρατιὰν ἐπὶ τὰς Μιθριδάτου κώμας ἀνδρὸς πρώτου ἐν τῇ Παρθυηνῇ καὶ βασιλέως Ἀρταβάνου τὴν θυγατέρα γεγαμηκότος, διὰ λείας τε ἦγεν αὐτάς, καὶ πολλὰ μὲν χρήματα καὶ ἀνδράποδα εὑρίσκεται, πολλὰ δὲ πρόβατα ἄλλα τε πολλὰ ὁπόσα ἐπὶ προσλήψει τοῦ εὐδαίμονος ὠφελεῖ τοῖς ἔχουσιν. 18.354Μιθριδάτης δέ, ἐτύγχανε γὰρ τῇδε ὤν, ἐπειδὴ ἀκούει τῶν κωμῶν τὴν ἅλωσιν ἐν δεινῷ φέρων, ὁπότε μὴ προάρξαντος ἀδικεῖν Ἀνιλαῖος ἄρξαιτο καὶ παρόντος τοῦ ἀξιώματος ὑπεριδών, ἱππέας συναγαγὼν πλείστους ὅσους ἐδύνατο καὶ τῶν πλείστων τοὺς ἐν ἡλικίᾳ παρῆν ὡς προσμίξων τοῖς περὶ τὸν Ἀνιλαῖον καὶ ἔν τινι κώμῃ τῶν αὐτοῦ σχὼν ἡσύχαζεν, ὡς τῇ ἐπιούσῃ μαχησόμενος διὰ τὸ εἶναι σαββάτων ἡμέραν τοῖς Ἰουδαίοις ἐν ἀργίᾳ διαγομένην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.348 Joseph. AJ 18.353 (English) >>Joseph. AJ 18.357

Powered by PhiloLogic